# Συμποσιακῶν προβλημάτων βιβλία 6.2-5

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, Book 6, Διὰ τί ὁ ποιητὴς ἐπὶ μὲν τῶν ἄλλων ὑγρῶν τοῖς ἰδίοις ἐπιθέτοις χρῆται, μόνον δὲ τοὔλαιον ὑγρὸν καλεῖ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-123/6.2-5

πρῶτον μὲν ἡ λειότης αὐτοῦ τὴν ὁμαλότητα τῶν μορίων ἐπιδείκνυται· διʼ ὅλου γὰρ αὑτῷ συμπαθεῖ πρὸς τὴν ψαῦσιν. ἔπειτα τῇ ὄψει παρέχει καθαρώτατον ἐνοπτρίσασθαι· τραχὺ γὰρ οὐδέν ἐστιν ὥστε διασπᾶν τὴν ἀνταύγειαν, ἀλλʼ ἀπὸ παντὸς μέρους διʼ ὑγρότητα καὶ σμικρότατον ἀνακλᾷ τὸ φῶς ἐπὶ τὴν ὄψιν· ὥσπερ αὖ τοὐναντίον, τὸ γάλα τῶν ὑγρῶν μόνον οὐκ ἐσοπτρίζει, πολλῆς ἀναμεμιγμένης αὐτῷ γεώδους συστάσεως. ἔτι δὲ κινούμενον, ἥκιστα ψοφεῖ ψἑἶζῖ τῶν ὑγρῶν· ὑγρὸν γάρ ἐστι διʼ ὅλου· τῶν δʼ ἄλλων ἐν τῷ ῥεῖν καὶ φέρεσθαι τὰ σκληρὰ καὶ γεώδη μέρη προσκρούσεις λαμβάνοντα καὶ πληγὰς ψοφεῖ διὰ τραχύτητα. καὶ μὴν μόνον ἄκρατητον διαμένει καὶ ἄμικτον· ἔστι γὰρ πυκνότατον οὐ γὰρ ἔχει μεταξὺ τῶν ξηρῶν καὶ γεωδῶν ἐν αὑτῷ μερῶν κενώματα καὶ πόρους, οἷς δέξεται τὸ παρεμπῖπτον ἀλλὰ διʼ ὁμοιότητα τῶν μερῶν εὐάρμοστόν ἐστι καὶ συνεχές· ὅταν δʼ ἀφρίζῃ τοὔλαιον, οὐ δέχεται τὸ πνεῦμα διὰ λεπτότητα καὶ συνέχειαν. τοῦτο δʼ αἴτιον καὶ τοῦ τρέφεσθαι τὸ πῦρ ὑπʼ αὐτοῦ· τρέφεται μὲν γὰρ οὐδενὶ πλὴν ὑγρῷ, καὶ τοῦτο μόνον καυστόν ἐστιν· ἐκ γοῦν τῶν ξύλων ὁ μὲν ἀὴρ ἄπεισι καπνὸς γενόμενος, τὸ δὲ γεῶδες ἐκτεφρωθὲν ὑπολείπεται· μόνον δʼ ὑπὸ τοῦ πυρὸς τὸ νοτερὸν ἀναλοῦται· τούτῳ γὰρ τρέφεσθαι πέφυκεν. ὕδωρ μὲν οὖν καὶ οἶνος καὶ τὰ λοιπά, πολλοῦ μετέχοντα τοῦ θολεροῦ καὶ γεώδους, ἐμπίπτοντα τὴν φλόγα διασπᾷ καὶ τῇ τραχύτητι, καὶ τῷ βάρει θλίβει καὶ κατασβέννυσι· τὸ δʼ ἔλαιον, ὅτι μάλιστα εἰλικρινῶς ὑγρόν ἐστι, διὰ λεπτότητα μεταβάλλει καὶ κρατούμενον ἐκπυροῦται.

---

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg112.local001/.
