Ancient Greek · ~3 min
Book 6, Διὰ τί ὁ ποιητὴς ἐπὶ μὲν τῶν ἄλλων ὑγρῶν τοῖς ἰδίοις ἐπιθέτοις χρῆται, μόνον δὲ τοὔλαιον ὑγρὸν καλεῖ.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 6.3-2
Not analysed yet
μέγιστον δʼ αὐτοῦ τῆς ὑγρότητος τεκμήριον ἡ ἐπὶ πλεῖστον ἐξ ὀλιγίστου διανομὴ καὶ χύσις· οὔτε γὰρ μέλιτος οὔθʼ ὕδατος οὔτʼ ἄλλου τινὸς ὑγροῦ βραχὺς οὕτως ὀπὸς ἐπίδοσιν λαμβάνει τοιαύτην, ἀλλʼ εὐθὺς ἐπιλείπων καταναλίσκεται διὰ ξηρότητα. τὸ δʼ ἔλαιον, ὅλκιμον πανταχῆ καὶ μαλακόν, ἄγεται περὶ τὸ σῶμα χριομένοις καὶ συνεπιρρεῖ πορρωτάτω διʼ ὑγρότητα τῶν μερῶν μηκυνομένων, ὥστε καὶ παραμένειν δυσεξίτηλον. ὕδατι μὲν γὰρ βρεχθὲν ἱμάτιον ἀποξηραίνεται ῥᾳδίως, ἐλαίου δὲ κηλῖδας οὐ τῆς τυχούσης ἐστὶ πραγματείας ἐκκαθῆραι· μάλιστα γὰρ ἐνδύεται τῷ μάλιστα λεπτὸν καὶ ὑγρὸν εἶναι. καὶ γὰρ οἶνον κεκραμένον δυσχερέστερον ἐξαιροῦσι τῶν ἱματίων, ὡς Ἀριστοτέλης φησίν, ὅτι λεπτότερός ἐστι καὶ μᾶλλον ἐνδύεται τοῖς πόροις.