Ancient Greek · ~5 min
Book 7, Τίς ὁ παρὰ τῷ Πλάτωνι κερασβόλος, καὶ διὰ τί τῶν σπερμάτων ἀτεράμονα γίγνεται τὰ προσπίπτοντα τοῖς κέρασι τῶν βοῶν.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 7.1-2
Not analysed yet
ἐν ταῖς Πλατωνικαῖς συναναγνώσεσιν ὁ λεγόμενος κερασβόλος καὶ ἀτεράμων ζήτησιν ἀεὶ παρεῖχεν, οὐχ ὅστις εἴη· δῆλον γὰρ ἦν, ὅτι τῶν σπερμάτων τὰ προσπίπτοντα τοῖς τῶν βοῶν κέρασιν ἀτεράμονα τὸν καρπὸν ἐκφύειν νομίζοντες, οὕτω τὸν αὐθάδη καὶ σκληρὸν ἄνθρωπον ἐκ μεταφορᾶς κερασβόλον καὶ ἀτεράμονα προσηγόρευον ἀλλὰ περὶ αὐτῆς διηπορεῖτο τῆς αἰτίας, καθʼ ἣν τοῦτο πάσχει τὰ προσπίπτοντα τοῖς κέρασι τῶν βοῶν σπέρματα. καὶ πολλάκις ἀπειπάμεθα τοῖς φίλοις, οὐχ ἥκιστα Θεοφράστου δεδιττόμενοι τὸν λόγον, ἐν οἷς πολλὰ συναγήοχε καὶ ἱστόρηκε τῶν τὴν αἰτίαν ἀνεύρετον ἡμῖν ἐχόντων· οἷός ἐστιν ὁ τῶν ἀλεκτορίδων ὅταν τέκωσι περικαρφισμός, ἥ τε καταπίνουσα φώκη τὴν πιτύαν ἁλισκομένη, καὶ τὸ κατορυσσόμενον ὑπὸ τῶν ἐλάφων κέρας καὶ τὸ ἠρύγγιον, ὃ μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης, ἅπαν ἐφίσταται τὸ αἰπόλιον· ἐν τούτοις γὰρ καὶ τὰ κερασβόλα τῶν σπερμάτων προτίθεται, πρᾶγμα πίστιν ἔχον ὅτι γίγνεται, τὴν δʼ αἰτίαν ἔχον ἄπορον ἢ παγχάλεπον. ἀλλʼ ἔν γε Δελφοῖς παρὰ δεῖπνον ἐπέθεντό τινες ἡμῖν τῶν ἑταίρων, ὡς οὐ μόνον γαστρὸς ἀπὸ σξηνειδερυς μαμλεπλείης βουλὴν καὶ μῆτιν ἀμείνω γιγνομένην ἀλλὰ καὶ τὰς ζητήσεις πολὺ προθυμοτέρας καὶ θρασυτέρας τὰς ἀποφάνσεις τοῦ οἴνου ποιοῦντος, ἀξιοῦντες εἰπεῖν τι περὶ τοῦ προβλήματος.