Ancient Greek · ~2 min
Book 7, Διὰ τί τοῦ μὲν οἴνου τὸ μέσον, τοῦ δʼ ἐλαίου τὸ ἐπάνω, τοῦ δὲ μέλιτος τὸ κατώτατον γίγνεται βέλτιον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 7.1-3
Not analysed yet
Ἀλεξίων ὁ πενθερὸς κατεγέλα τοῦ Ἡσιόδου παραινοῦντος ἀρχομένου πίθου καὶ λήγοντος ἐμφορεῖσθαι, μεσσόθι δὲ φείδεσθαι ὅπου τὸ χρηστότατον οἰνάριον ἔστι. τίς γάρ ἔφη οὐκ οἶδεν, ὅτι τοῦ μὲν οἴνου τὸ μέσον γίγνεται βέλτιστον, τοῦ δʼ ἐλαίου τὸ ἀνωτάτω, τὸ δὲ κατωτάτω τοῦ μέλιτος; ὁ δʼ ἐᾶν ἐκέλευε τὸν ἐν μέσῳ οἶνον καὶ περιμένειν, ἄχρι ἂν μεταβάλῃ πρὸς τὸ χεῖρον, ἀποδεοῦς τοῦ πίθου γενομένου. ῥηθέντων δὲ τούτων, χαίρειν ἐάσαντες; τὸν Ἡσίοδον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν τῆς διαφορᾶς ὥρμησαν.