Ancient Greek · ~2 min
Book 7, Πρὸς τοὺς ἐγκαλοῦντας Πλάτωνι τὸ ποτὸν εἰπόντι διὰ τοῦ πνεύμονος ἐξιέναι.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 7.2
Not analysed yet
τοιαῦτα τοῦ Νικίου διεξιόντος, ὁ γραμματικὸς πρωτογένης ἔφη συνεωρακέναι πρῶτον Ὅμηρον, ὅτι τῆς μὲν τροφῆς ὁ στόμαχος ἀγγεῖόν ἐστι, τοῦ δὲ πνεύματος ὁ βρόγχος, ὃν ἀσφάραγον ἐκάλουν οἱ παλαιοί· διὸ καὶ τοὺς μεγαλοφώνους ἐρισφαράγους ἐπονομάζειν εἰώθασιν· εἰπὼν οὖν ὅτι τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἤλασε λευκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. ὡς τὸν ἀσφάραγον ὄντα φωνῆς ἴδιον ὀχετὸν καὶ πνεύματος, τὴν δὲ λευκανίην· ἐσέθηκα.