Ancient Greek · ~6 min
Book 7, ὅτι δεῖ μάλιστα τὰς διὰ κακομουσίας ἡδονὰς φυλάττεσθαι, καὶ πῶς φυλακτέον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 7.2-5
Not analysed yet
ἀκρασίας μέν ἔφη καὶ αὐτὸς ἀπολύω τὸ φιλήκοον καὶ φιλοθέαμον οὐ μὴν Ἀριστοξένῳ γε συμφέρομαι παντάπασι, ταύταις μόναις φάσκοντι ταῖς ἡδοναῖς τὸ καλῶς ἐπιλέγεσθαι. καὶ γὰρ ὄψα καλὰ καὶ μύρα καλοῦσι καὶ καλῶς γεγονέναι λέγουσι δειπνήσαντες ἡδέως καὶ πολυτελῶς. δοκεῖ δέ μοι μηδʼ Ἀριστοτέλης αἰτίᾳ δικαίᾳ τὰς περὶ θέαν καὶ ἀκρόασιν εὐπαθείας ἀπολύειν ἀκρασίας, ὡς μόνας ἀνθρωπικὰς οὔσας· ταῖς δʼ ἄλλαις καὶ τὰ θηρία φύσιν ἔχοντα χρῆσθαι καὶ κοινωνεῖν. ὁρῶμεν γὰρ ὅτι καὶ μουσικῇ πολλὰ, κηλεῖται τῶν ἀλόγων, ὥσπερ ἔλαφοι σύριγξιν, ἵπποις δὲ μιγνυμέναις ἐπαυλεῖται νόμος, ὃν ἱππόθορον ὀνομάζουσιν ὁ δὲ Πίνδαρός φησι κεκινῆσθαι πρὸς ᾠδήν ἁλίου δελφῖνος ὑπόκρισιν· τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει αὐλῶν ἐκίνησʼ ἐρατὸν μέλος. ὀρχούμενοι δὲ τοὺς σκῶπας αἱροῦσι, χαίροντας τῇ ὄψει καὶ μιμητικῶς ἅμα δεῦρο κἀκεῖσε τοὺς ὤμους συνδιαφέροντας. οὐδὲν οὖν ὁρῶ τὰς τοιαύτας ἡδονὰς ἴδιον ἐχούσας, ἢ ὅτι μόναι τῆς ψυχῆς εἰσιν, αἱ δʼ ἄλλαι τοῦ σώματος καὶ περὶ τὸ σῶμα καταλήγουσι· μέλος δὲ καὶ ῥυθμὸς καὶ ὄρχησις καὶ ᾠδὴ παραμειψάμεναι τὴν αἴσθησιν, ἐν τῷ χαίροντι τῆς ψυχῆς ἀπερείδονται τὸ ἐπιτερπὲς καὶ γαργαλίζον. ὅθεν οὐδεμία τῶν τοιούτων ἡδονῶν ἀπόκρυφός ἐστιν οὐδὲ σκότους δεομένη καὶ τῶν τοίχων περιθεόντων, ὡς οἱ Κυρηναϊκοὶ λέγουσιν· ἀλλὰ καὶ στάδια ταύταις καὶ θέατρα ποιεῖται· καὶ τὸ μετὰ πολλῶν θεάσασθαί τι καὶ ἀκοῦσαι ἐπιτερπέστερόν ἐστι καὶ σεμνότερον, οὐκ ἀκρασίας δήπου καὶ ἡδυπαθείας ἀλλʼ ἐλευθερίου διατριβῆς καὶ ἀστείας μάρτυρας ἡμῶν ὅτι πλείστους λαμβανόντων.