Ancient Greek · ~8 min
Book 7, Περὶ τῶν λεγομένων σκιῶν, καὶ εἰ δεῖ βαδίζειν καλούμενον πρὸς ἑτέρους ὑφʼ ἑτέρων ἐπὶ δεῖπνον, καὶ πότε, καὶ παρὰ τίνας.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 7.2-6
Not analysed yet
ἐμοῦ δὲ ταῦτα πρὸς τοὺς παρόντας ἀδολεσχοῦντος, ἔδοξε Φλώρῳ καὶ σπουδάσαι τι περὶ τῶν σκιῶν λεγομένων, διαπορήσαντας εἰ προσήκει τοῖς καλουμένοις οὕτω βαδίζειν καὶ συνακολουθεῖν. ὁ μὲν οὖν γαμβρὸς αὐτοῦ Καισέρνιος ὅλως ἀπεδοκίμαζε τὸ πρᾶγμα. μάλιστα μὲν γὰρ τῷ Ἡσιόδῳ πειθομένους ἔφη χρῆναι τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν· εἰ δὲ μή, γνωρίμους αὑτῶν καὶ ἐπιτηδείους παρακαλεῖν ἐπὶ κοινωνίαν σπονδῆς καὶ τραπέζης καὶ λόγων ἐν οἴνῳ γιγνομένων καὶ φιλοφροσύνης. νῦν δʼ ὥσπερ εἶπεν οἱ τὰ πλοῖα ναυλοῦντες, ὅ τι ἂν φέρῃ τις, ἐμβάλλεσθαι παρέχουσιν, οὕτως ἡμεῖς τὰ συμπόσια παραδόντες ἑτέροις πληροῦν ἀφίεμεν ἐκ τῶν προστυχόντων, ἄν τε χαρίεντες ὦσιν, ἄν τε φαῦλοι. θαυμάσαιμι δʼ ἄν, εἰ χαρίεις ἀνὴρ ἐπίκλητος ἀφίκοιτο, μᾶλλον δʼ ἄκλητος, ὅν γε πολλάκις οὐδὲ γιγνώσκει τὸ παράπαν ὁ δειπνίζων· εἰ δὲ γιγνώσκων καὶ χρώμενος οὐ κέκληκεν, ἔτι γε μᾶλλον αἰσχύνη βαδίζειν πρὸς τοῦτον, ὥσπερ ἐξελέγχοντα μετέχειν τῶν ἐκείνου, τρόπον τινὰ βίᾳ καὶ ἄκοντος· ἔτι καὶ προτερεῖν ἢ ἀπολείπεσθαι τοῦ κεκληκότος πρὸς ἕτερον ἔχει τινὰ δυσωπίαν, καὶ οὐκ ἀστεῖόν ἐστι μαρτύρων δεόμενον πρὸς τοὺς ὑποδεχομένους βαδίζειν, ὡς οὐ κλητὸς ἀλλὰ σκιὰ τοῦ δεῖνος ἐπὶ τὸ δεῖπνον ἥκει· καὶ πάλιν τὸ παρέπεσθαι καὶ παραφυλάττειν ἄλειμμα καὶ λουτρὸν ἑτέρου καὶ ὥραν βραδύνοντος ἢ ταχύνοντος ἀνελεύθερον εὖ μάλα καὶ Γναθώνειον, εἰ δὴ Γνάθων γέγονε δεινότατος ἄνθρωπος τἀλλότρια δειπνεῖν. εἴ γε μὴν οὐκ ἔστιν ὅτε μᾶλλον ἀνθρώποις ἐφιᾶσιν εἰπεῖν ὦ γλῶσσα, μέτριον εἴ τι κομπάσαι θέλεις, ἔξειπε, καὶ παρρησία πλείστη μετὰ παιδιᾶς ἀναμέμικται τοῖς λεγομένοις ἐν οἴνῳ καὶ πραττομένοις· ἐνταῦθα δὴ πῶς ἄν τις ἑαυτὸν μεταχειρίσαιτο μὴ γνήσιος ὢν μηδʼ αὐτόκλητος, ἀλλὰ τρόπον τινὰ νόθος καὶ παρεγγεγραμμένος εἰς τὸ συμπόσιον; καὶ γὰρ τὸ χρῆσθαι καὶ τὸ μὴ χρῆσθαι παρρησίᾳ πρὸς τοὺς παρόντας εὐσυκοφάντητον. οὐ μικρὸν δὲ κακὸν οὐδʼ ἡ τῶν ὀνομάτων εὐχέρεια καὶ βωμολοχία τοῖς μὴ δυσχεραίνουσιν ἀλλʼ ὑπομένουσι σκιὰς καλεῖσθαι καὶ ὑπακούειν· προσεθίζει γὰρ εἰς τὰ ἔργα τῷ αἰσχρῷ τὸ ῥᾳδίως ὑπὸ τῶν ῥημάτων ἄγεσθαι. διὸ καλῶν μὲν ἑταίρους ἔδωκά ποτε σκιάς· ἰσχυρὰ γὰρ ἡ τῆς πόλεως συνήθεια καὶ δυσπαραίτητος· αὐτὸς δὲ κληθεὶς ὑφʼ ἑτέρου πρὸς ἕτερον ἄχρι γε νῦν ἀντέχω μὴ ὑπακοῦσαι.