Ancient Greek · ~4 min
Book 7, ὅτι δεῖ μάλιστα τὰς διὰ κακομουσίας ἡδονὰς φυλάττεσθαι, καὶ πῶς φυλακτέον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 7.4-3
Not analysed yet
γενομένης οὖν σιωπῆς τί οὖν ἔφη ποιοῦντα τὸν λογισμὸν ἢ τί λέγοντα βοηθεῖν ἀξιοῦμεν; οὐ γὰρ ἀμφωτίδας γε περιθήσει τὰς Ξενοκράτους ἡμῖν οὐδʼ ἀναστήσει μεταξὺ δειπνοῦντας, ἐὰν αἰσθώμεθα λύραν ἁρμοζομένην ἢ κινούμενον αὐλόν. οὐ γὰρ οὖν εἶπεν ὁ Λαμπρίας ἀλλʼ ὁσάκις ἂν εἰς τὰς Σειρῆνας ἐμπέσωμεν, ἐπικαλεῖσθαι δεῖ τὰς Μούσας καὶ καταφεύγειν εἰς τὸν Ἑλικῶνα τὸν τῶν παλαιῶν. ἐρῶντι μὲν γὰρ πολυτελοῦς οὐκ ἔστι τὴν Πηνελόπην προσαγαγεῖν οὐδὲ συνοικίσαι τὴν Πάνθειαν· ἡδόμενον δὲ μίμοις καὶ μέλεσι καὶ ᾠδαῖς κακοτέχνοις καὶ κακοζήλοις ἔξεστι μετάγειν ἐπὶ τὸν Εὐριπίδην καὶ τὸν Πίνδαρον καὶ τὸν Μένανδρον, ποτίμῳ λόγῳ ἁλμυρὰν ἀκοήν ὥς φησιν ὁ Πλάτων ἀποκλυζόμενον. ὥσπερ γὰρ οἱ μάγοι τοὺς δαιμονιζομένους κελεύουσι τὰ Ἐφέσια γράμματα πρὸς αὑτοὺς καταλέγειν καὶ ὀνομάζειν, οὕτως ἡμεῖς ἐν τοῖς τοιούτοις τερετίσμασι καὶ σκιρτήμασι μανίαις τʼ ἀλαλαῖς τʼ ὀρινόμενοι ῥιψαύχενι σὺν κλόνῳ τῶν ἱερῶν καὶ σεμνῶν ἐκείνων γραμμάτων ἀναμιμνησκόμενοι καὶ παραβάλλοντες ᾠδὰς καὶ ποιήματα καὶ λόγους κοινοὺς οὐκ ἐκπλαγησόμεθα παντάπασιν ὑπὸ τούτου, οὐδὲ πλαγίους παραδώσομεν ἑαυτοὺς ὥσπερ ὑπὸ ῥεύματος λείου φέρεσθαι.