Ancient Greek · ~2 min
Book 7, Διὰ τί τοῖς πάλαι Ῥωμαίοις ἔθος ἦν μήτε τράπεζαν αἰρομένην περιορᾶν κενὴν μήτε λύχνον σβεννύμενον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 7.7
Not analysed yet
ὑπολαβὼν δʼ ὁ Λεύκιος ἔφη τῆς μάμμης ἀκηκοὼς μνημονεύειν, ὡς ἱερὸν μὲν ἡ τράπεζα, δεῖ δὲ τῶν ἱερῶν μηδὲν εἶναι κενόν. ἐμοὶ δʼ εἶπεν ἐδόκει καὶ μίμημα τῆς γῆς ἡ τράπεζʼ εἶναι· πρὸς γὰρ τῷ τρέφειν ἡμᾶς καὶ στρογγύλη καὶ μόνιμός ἐστι καὶ καλῶς ὑπʼ ἐνίων ἑστία καλεῖται. καθάπερ γὰρ τὴν γῆν ἀεί τι χρήσιμον ἔχειν καὶ φέρειν ἡμῖν ἀξιοῦμεν, οὕτως οὐδὲ τὴν τράπεζαν οἰόμεθα δεῖν κενὴν ὁρᾶν καὶ ἀνερμάτιστον ἀπολειπομένην.