Ancient Greek · ~5 min
Book 8, Διὰ τί τοῖς φθινοπωρινοῖς ἐνυπνίοις ἥκιστα πιστεύομεν.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 8.1-10
Not analysed yet
προβλήμασιν Ἀριστοτέλους φυσικοῖς ἐντυγχάνων Φλῶρος εἰς Θερμοπύλας κομισθεῖσιν αὐτός τε πολλῶν ἀποριῶν, ὅπερ εἰώθασι πάσχειν ἐπιεικῶς αἱ φιλόσοφοι φύσεις, ὑπεπίμπλατο καὶ τοῖς ἑταίροις μετεδίδου, μαρτυρῶν αὐτῷ τῷ Ἀριστοτέλει λέγοντι τὴν πολυμάθειαν πολλὰς ἀποριῶν ἀρχὰς ποιεῖν. τὰ μὲν οὖν ἄλλα μεθʼ ἡμέραν οὐκ ἄχαριν ἡμῖν ἐν τοῖς περιπάτοις διατριβὴν παρέσχε· τὸ δὲ λεγόμενον περὶ τῶν ἐνυπνίων, ὡς ἐστιν ἀβέβαια καὶ ψευδῆ μάλιστα περὶ τοὺς φυλλοχόους; μῆνας, οὐκ οἶδʼ ὅπως, ἑτέροις λόγοις πραγματευσαμένου τοῦ Φαβωρίνου μετὰ τὸ δεῖπνον, ἀνέκυψε. τοῖς μὲν οὖν σοῖς ἑταίροις ἐμοῖς δʼ υἱοῖς ἐδόκει λελυκέναι τὴν ἀπορίαν Ἀριστοτέλης· καὶ οὐδὲν ᾤοντο δεῖν ζητεῖν οὐδὲ λέγειν ἀλλʼ ἢ τοὺς καρπούς, ὥσπερ ἐκεῖνος, αἰτιᾶσθαι. νέοι γὰρ ὄντες ἔτι καὶ σφριγῶντες πολὺ πνεῦμα γεννῶσιν ἐν τῷ σώματι καὶ ταραχῶδες οὐ γὰρ τὸν οἶνον εἰκός ἐστι μόνον ζεῖν καὶ ἀγανακτεῖν, οὐδὲ τοὔλαιον ἂν ᾗ νεουργὸν ἐν τοῖς λύχνοις ψόφον ἐμποιεῖν, ἀποκυματιζούσης τὸ πνεῦμα τῆς θερμότητος· ἀλλὰ καὶ τὰ σιτία τὰ πρόσφατα καὶ τὴν ὀπώραν ἅπασαν ὁρῶμεν ἐντεταμένην καὶ οἰδοῦσαν, ἄχρι ἂν ἀποπνεύσῃ τὸ φυσῶδες καὶ ἄπεπτον. ὅτι δʼ ἐστὶ τῶν βρωμάτων ἔνια δυσόνειρα καὶ ταρακτικὰ τῶν καθʼ ὕπνον ὄψεων, μαρτυρίοις ἐχρῶντο τοῖς τε κυάμοις καὶ τῇ κεφαλῇ τοῦ πολύποδος, ὧν ἀπέχεσθαι κελεύουσι τοὺς δεομένους τῆς διὰ τῶν ὀνείρων μαντικῆς