Ancient Greek · ~2 min
Book 8, Περὶ τῶν ὀψὲ παραγιγνομένων ἐπὶ τὸ δεῖπνον· ἐν ᾧ καὶ πόθεν ἀκράτισμα καὶ ἄριστον καὶ δεῖπνον ὠνομάσθη.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 8.1-6
Not analysed yet
τῶν υἱῶν μου τοὺς νεωτέρους ἐν θεάτρῳ προσδιατρίψαντας ἀκροάμασι καὶ βράδιον ἐπὶ τὸ δεῖπνον ἐλθόντας οἱ Θέωνος υἱοὶ κωλυσιδείπνους καὶ ζοφοδορπίδας καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον· οἱ δʼ ἀμυνόμενοι πάλιν ἐκείνους τρεχεδείπνους ἀπεκάλουν. καί τις εἶπε τῶν πρεσβυτέρων τρεχέδειπνον εἶναι τὸν ὑστερίζοντα τοῦ δείπνου θᾶττον γὰρ ἢ βάδην ἐπειγόμενον, ὅταν βραδύνῃ, φαίνεσθαι. καὶ Γάλβα τοῦ παρὰ Καίσαρι γελωτοποιοῦ χάριεν ἀπεμνημόνευσεν ἐκεῖνος γὰρ ἐπιθυμοδείπνους ἐκάλει τοὺς ὀψὲ παραγιγνομένους ἐπὶ δεῖπνον· ἀσχολουμένους γὰρ αὐτοὺς ὅμως διὰ τὸ φιλόδειπνον οὐκ ἀπολέγεσθαι τὰς κλήσεις.