# Συμποσιακῶν προβλημάτων βιβλία 8.1-8

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, Book 8, Διὰ τί μάλιστα οἱ Πυθαγορικοὶ ἐμψύχων τοὺς ἰχθῦς παρῃτοῦντο.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-123/8.1-8

ἐπεὶ δὲ τούτων λεγομένων ὁ Λεύκιος οὔτε ψέγων οὔτʼ ἐπαινῶν, ἀλλʼ ἡσυχίαν ἄγων, σιγῇ δὲ καὶ καθʼ ἑαυτὸν ὁρῶν ἤκουεν, ὀνομαστὶ καλέσας τὸν Σύλλαν ὁ Ἐμπεδοκλῆς Λεύκιος εἶπεν ὁ ἑταῖρος εἰ μὲν ἄχθεται τοῖς λεγομένοις, ὥρα πεπαῦσθαι καὶ ἡμᾶς· εἰ δὲ ταῦτα τῶν ὑπὸ τὴν ἐχεμυθίαν ἐστίν, ἀλλʼ ἐκεῖνό γε δοκῶ μήτʼ ἄρρητον εἶναι μήτʼ ἀνέξοιστον πρὸς ἑτέρους, ὅτι δὴ μάλιστα τῶν ἰχθύων ἀπείχοντο· καὶ γὰρ ἱστορεῖται τοῦτο περὶ τῶν παλαιῶν Πυθαγορικῶν καὶ τοῦ καθʼ ἡμᾶς Ἀλεξικράτους ἐνέτυχον μαθηταῖς, ἄλλα μὲν ἔστιν ὅτε μετρίως προσφερομένοις καὶ νὴ Δία θύουσιν, ἰχθύος δὲ μὴ γεύσασθαι τὸ παράπαν ὑπομένουσιν. ἣν δὲ Τυνδάρης ὁ Λακεδαιμόνιος αἰτίαν ἔλεγε δὲ τῆς ἐχεμυθίας τοῦτο γέρας εἶναι, τοὺς ἰχθῦς καλεῖν ἔλλοπας, οἷον ἰλλομένην τὴν ὄπα καὶ καθειργομένην ἔχοντας· καὶ τὸν ὁμώνυμον ἐμοὶ τῷ παυσαμένῳ Πυθαγορικῶς περαίνειν τὰ δόγματα στέγουσαι φρενὸς ἀλλʼ ὅπερ ἐλάσσω, καὶ ὅλως θεῖον ἡγεῖσθαι τὴν σιωπὴν τοὺς ἄνδρας, ἅτε δὴ καὶ τῶν θεῶν ἔργοις καὶ πράγμασιν ἄνευ φωνῆς ἐπιδεικνυμένων ἃ βούλονται τοῖς ξυνετοῖς.

---

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg112.local001/.
