Ancient Greek · ~3 min
Book 8, Περὶ ἡμερῶν ἐν αἷς γεγόνασί τινες τῶν ἐπιφανῶν· ἐν ᾧ καὶ περὶ τῆς λεγομένης ἐκ θεῶν γενέσεως.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 8.2
Not analysed yet
ὁ δὲ Φλῶρος οὐδὲ Καρνεάδην ἀπαξιοῦν ἔφη μνήμης· ἐν τοῖς Πλάτωνος γενεθλίοις, ἄνδρα τῆς Ἀκαδημείας εὐκλεέστατον ὀργιαστὴν Ἀπόλλωνος γὰρ ἀμφοτέρους ἑορτῇ γενέσθαι, τὸν μὲν Θαργηλίοις Ἀθήνησι, τὸν δὲ Κάρνεια Κυρηναίων ἀγόντων· ἑβδόμῃ δʼ ἀμφοτέρας ἑορτάζουσι. καὶ τὸν θεόν, ὡς ταύτῃ γενόμενον, ὑμεῖς εἶπεν οἱ προφῆται καὶ ἱερεῖς Ἑβδομαγενῆ καλεῖτε. διὸ τοὺς Ἀπόλλωνι τὴν Πλάτωνος τέκνωσιν ἀνατιθέντας οὐκ ἂν οἶμαί τινα φάναι καταισχύνειν τὸν θεόν, ἐπὶ μείζονα πάθη καὶ νοσήματα τοῦτον ἡμῖν διὰ Σωκράτους ἰατρὸν ὥσπερ ἑτέρου Χείρωνος ἀπειργασμένον. ἅμα δὲ τῆς λεγομένης Ἀρίστωνι τῷ Πλάτωνος πατρὶ γενέσθαι καθʼ ὕπνον ὄψεως καὶ φωνῆς ἀπαγορευούσης μὴ συγγενέσθαι τῇ γυναικὶ μηδʼ ἅψασθαι δέκα μηνῶν ἐμνημόνευσεν.