Ancient Greek · ~6 min
Book 8, Πῶς Πλάτων ἔλεγε τὸν θεὸν ἀεὶ γεωμετρεῖν.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 8.2-2
Not analysed yet
μετὰ δὲ τὸν Τυνδάρην ὁ Φλῶρος, ἑταῖρος ὢν αὐτοῦ καὶ προσποιούμενος ἀεὶ μετὰ παιδιᾶς ἐραστὴς εἶναι καὶ φάσκων, ὤνησας ἔφη τὸν λόγον οὐ σεαυτοῦ ποιησάμενος ἀλλὰ κοινόν ἐλέγξαι γὰρ ἔδωκας αὐτὸν ἀποδεικνύοντι μὴ θεοῖς οὖσαν ἀλλʼ ἡμῖν ἀναγκαίαν τὴν γεωμετρίαν οὐ γάρ τί που καὶ θεὸς δεῖται μαθήματος οἷον ὀργάνου στρέφοντος ἀπὸ τῶν γενητῶν καὶ περιάγοντος ἐπὶ τὰ ὄντα τὴν διάνοιαν ἐν αὐτῷ γὰρ ἔστιν ἐκεῖνα καὶ σὺν αὐτῷ καὶ περὶ αὐτόν. ἀλλʼ ὅρα μή τι σοι προσῆκον ὁ Πλάτων καὶ οἰκεῖον αἰνιττόμενος λέληθεν, ἅτε δὴ τῷ Σωκράτει τὸν Λυκοῦργον ἀναμιγνὺς οὐχ ἧττον ἢ τὸν Πυθαγόραν, ὡς ᾤετο Δικαίαρχος. ὁ γὰρ Λυκοῦργος οἶσθα δήπουθεν ὅτι τὴν ἀριθμητικὴν ἀναλογίαν, ὡς δημοκρατικὴν καὶ ὀχλικὴν οὖσαν, ἐξέβαλεν ἐκ τῆς Λακεδαίμονος· ἐπεισήγαγε δὲ τὴν γεωμετρικήν, ὀλιγαρχίᾳ σώφρονι καὶ βασιλείᾳ νομίμῃ πρέπουσαν· ἡ μὲν γὰρ ἀριθμῷ τὸ ἴσον ἡ δὲ λόγῳ τὸ κατʼ. ἀξίαν ἀπονέμει· καὶ οὐ πάνθʼ ὁμοῦ μίγνυσιν, ἀλλʼ ἔστι χρηστῶν καὶ πονηρῶν εὔσημος ἐν αὐτῇ διάκρισις, οὐ ζυγοῖς οὐδὲ κλήροις ἀρετῆς; δὲ καὶ κακίας διαφορᾷ τὸ οἰκεῖον ἀεὶ διαλαγχανόντων. ταύτην ὁ θεὸς ἐπάγει τὴν ἀναλογίαν τοῖς πράγμασι, δίκην καὶ νέμεσιν, ὦ φίλε Τυνδάρη, προσαγορευομένην καὶ διδάσκουσαν ἡμᾶς τὸ δίκαιον ἴσον, ἀλλὰ μὴ τὸ ἴσον δεῖν ποιεῖσθαι δίκαιον ἣν γὰρ οἱ πολλοὶ διώκουσιν ἰσότητα, πασῶν ἀδικιῶν οὖσαν μεγίστην, ὁ θεὸς ἐξαιρῶν, ὡς ἀνυστόν ἐστι, τὸ κατʼ ἀξίαν διαφυλάττει, γεωμετρικῶς τῷ κατὰ λόγον καὶ κατὰ νόμον ὁριζόμενος.