Ancient Greek · ~7 min
Book 8, Πῶς Πλάτων ἔλεγε τὸν θεὸν ἀεὶ γεωμετρεῖν.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 8.4
Not analysed yet
ἐπὶ τούτοις ῥηθεῖσιν ἠξίουν κἀμὲ συμβαλέσθαι τι πρὸς τὸν λόγον αὐτοῖς. ἐγὼ δὲ τὰς μὲν εἰρημένας δόξας ὡς ἰθαγενεῖς καὶ ἰδίας αὐτῶν ἐκείνων ἐπῄνεσα καὶ τὸ εἰκὸς ἔφην ἔχειν ἱκανῶς· ὅπως δʼ εἶπον ἑαυτῶν μὴ καταφρονῆτε μηδʼ ἔξω βλέπητε παντάπασιν, ἀκούσατε τὸν μάλιστα παρὰ τοῖς καθηγηταῖς ἡμῶν εὐδοκιμοῦντα περὶ τούτου λόγον. ἔστι γὰρ ἐν τοῖς γεωμετρικωτάτοις θεωρήμασι, μᾶλλον δὲ προβλήμασι, τὸ δυεῖν εἰδῶν δοθέντων ἄλλο τοίἰον τρίτον παραβάλλειν τῷ μὲν ἴσον τῷ δʼ ὅμοιον· ἐφʼ ᾧ καί φασιν ἐξευρεθέντι θῦσαι τὸν Πυθαγόραν. πολὺ γὰρ ἀμέλει γλαφυρώτερον τοῦτο καὶ μουσικώτερον ἐκείνου τοῦ θεωρήματος, ὃ τὴν ὑποτείνουσαν ἀπέδειξε ταῖς περὶ τὴν ὀρθὴν ἴσον δυναμένην. εὖ λέγεις εἶπεν ὁ Διογενιανὸς ἀλλὰ τί τοῦτο πρὸς τὸν λόγον; εἴσεσθε ῥᾳδίως εἶπον ἀναμνήσαντες αὑτοὺς τῆς ἐν Τιμαίῳ διαιρέσεως, διεῖλε τριχῇ τὰ πρῶτα, ὑφʼ ὧν τὴν γένεσιν ὁ κόσμος ἔσχεν, ὧν τὸ μὲν θεὸν τῷ δικαιοτάτῳ τῶν ὀνομάτων τὸ δʼ ὕλην τὸ δʼ ἰδέαν καλοῦμεν. ἡ μὲν οὖν ὕλη τῶν ὑποκειμένων ἀτακτότατόν ἐστιν, ἡ δʼ ἰδέα τῶν παραδειγμάτων κάλλιστον, ὁ δὲ θεὸς τῶν αἰτίων ἄριστον. ἐβούλετʼ οὖν μηθέν, ὡς ἀνυστὸν ἦν, ὑπολιπεῖν ὁριστὸν ἀόριστον, ἀλλὰ κοσμῆσαι λόγῳ καὶ ἀριθμῷ τὴν φύσιν· ἕν τι ποιῶν ἐκ πάντων ὁμοῦ τῶν ὑποκειμένων, οἷον ἡ ἰδέα καὶ ὅσον ἡ ὕλη γενόμενον. διὸ τοῦτο πρόβλημα δοὺς αὑτῷ, δυεῖν ὄντων, τρίτον ἐποίησε καὶ ποιεῖ καὶ φυλάττει διὰ παντὸς τὸ ἴσον τῇ ὕλῃ καὶ ὅμοιον τῇ ἰδέᾳ τὸν κόσμον· ἀεὶ γὰρ ὢν διὰ τὴν σύμφυτον ἀνάγκην τοῦ σώματος ἐν γενέσει καὶ μετατροπῇ καὶ πάθεσι παντοδαποῖς ὑπὸ τοῦ πατρὸς καὶ δημιουργοῦ βοηθεῖται τῷ λόγῳ πρὸς τὸ παράδειγμα τὴν οὐσίαν ὁρίζοντος· καὶ κάλλιον τοῦ συμμέτρου τὸ περίμετρον τῶν ὄντων.