Ancient Greek · ~5 min
Book 8, Περὶ τῶν ὀψὲ παραγιγνομένων ἐπὶ τὸ δεῖπνον· ἐν ᾧ καὶ πόθεν ἀκράτισμα καὶ ἄριστον καὶ δεῖπνον ὠνομάσθη.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 8.5-3
Not analysed yet
ὑβριστὴς δʼ ὢν καὶ φιλόγελως φύσει ὁ ἀδελφὸς ἡμῶν Λαμπρίας ἔφη μυρίῳ τὰ Ῥωμαϊκὰ δείξειν οἰκειότερα τῶν Ἑλληνικῶν ὀνόματα, τοσαύτης ἀδείας τῷ φλυαρεῖν δεδομένης. τὸ μὲν γὰρ δεῖπνόν φασι κοῖνα διὰ τὴν κοινωνίαν καλεῖσθαι· καθʼ ἑαυτοὺς γὰρ ἠρίστων ἐπιεικῶς οἱ πάλαι Ῥωμαῖοι συνδειπνοῦντες τοῖς φίλοις. τὸ δʼ ἄριστον ἐκλήθη πράνδιον ἀπὸ τῆς ὥρας· ἔνδιον γὰρ τὸ δειλινόν, καὶ τὴν μετʼ ἄριστον ἀνάπαυσιν ἐνδιάζειν· ἢ πρωινήν τινα σημαίνοντες ἐδωδὴν ἢ τροφήν, ᾗ χρῶνται πρὶν ἐνδεεῖς γενέσθαι. καὶ μὴν ἵνʼ ἀφῶ τὰ στρώματα ἔφη τὸν οἶνον, τὸ μέλι, τοὔλαιον, τὸ γεύσασθαι, τὸ προπιεῖν, ἕτερα πάμπολλα τοῖς αὐτοῖς ὀνόμασι καταφανῶς χρώμενα· τίς οὐκ ἂν εἴποι ἐπὶ κῶμον Ἑλληνικῶς κωμισσᾶτον λέγεσθαι, καὶ τὸ κεράσαι μισκῆραι καθʼ Ὅμηρον, ἡ δʼ αὖτʼ ἐν κρητῆρι μελίφρονα οἶνον ἔμισγε καί μῆνσαν μὲν τὴν τράπεζαν ἀπὸ τῆς· ἐν μέσῳ θέσεως, πᾶνεμ δὲ τὸν ἄρτον ὡς ἀνιέντα τὴν πεῖναν τὸν δὲ στέφανον κορῶναν ἀπὸ τῆς κεφαλῆς, ὡς Ὅμηρος τὸ κράνος εἴκασέ που στεφάνῃ· τὸ δὲ καῖρε δέρε, καί δέντης τοὺς ὀδόντας, καί λάβρα τὰ χείλη ἀπὸ τοῦ λαμβάνειν τὴν βορὰν διʼ αὐτῶν; ἢ καὶ τούτων οὖν ἀκουστέον ἀγελαστὶ λεγομένων, ἢ μηδʼ ἐκείνοις εὐκόπως οὕτως διὰ τῶν ὀνομάτων ὥσπερ τριγχίων τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι παραδύσεις διδῶμεν.