Ancient Greek · ~2 min
Book 9, ὅτι τρία μέρη τῆς ὀρχήσεως, φορὰ καὶ σχῆμα καὶ δεῖξις· καὶ τί ἕκαστον αὐτῶν, καί τίνα κοινὰ ποιητικῆς καὶ ὀρχηστικῆς.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 9.1-10
Not analysed yet
ἐκ τούτου πυραμοῦντος ἐπῆραν τουτʼ ἐσπᾶσι νικητήριον ὀρχήσεως· ἀπεδείχθη δὲ κριτὴς μετὰ Μενίσκου τοῦ παιδοτρίβου Λαμπρίας ὁ ἀδελφός· ὠρχήσατο γὰρ πιθανῶς τὴν πυρρίχην καὶ χειρονομῶν ἐν ταῖς παλαίστραις ἐδόκει διαφέρειν τῶν παίδων. ὀρχουμένων δὲ πολλῶν προθυμότερον ἢ μουσικώτερον, δύο τοὺς εὐδοκίμους καὶ βουλομένους ἀνασῴζειν τὴν ἐμμέλειαν ἠξίουν τινὲς ὀρχεῖσθαι φορὰν παρὰ φοράν. ἐπεζήτησεν οὖν ὁ Θρασύβουλος Ἀμμωνίου τί βούλεται τοὔνομα τῆς φορᾶς, καὶ παρέσχε τῷ Ἀμμωνίῳ περὶ τῶν μερῶν τῆς ὀρχήσεως πλείονα διελθεῖν.