Ancient Greek · ~5 min
Book 9, Διὰ τί Πλάτων εἰκοστὴν ἔφη τὴν Αἴαντος ψυχὴν ἐπὶ τὸν κλῆρον ἐλθεῖν.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 9.1-5
Not analysed yet
ταῦτα τοὺς ἄλλους ἅπαντας ἡδίους ἐποίησε, μόνον δὲ τὸν γραμματικὸν Ὕλαν ὁ ῥήτωρ Σῶσπις ὁρῶν ἀποσιωπῶντα καὶ βαρυθυμούμενον οὐ πάνυ γὰρ εὐημέρησεν ἐν ταῖς ἐπιδείξεσιν ἀνεφώνησεν οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο· τὰ λοιπὰ μεῖζον φθεγγόμενος ἤδη πρὸς ἐκεῖνον ἐπέραινεν, ἀλλʼ ἴθι δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀτειρέα θυμόν· ἔτι δʼ ἀνώμαλος ὢν ὑπʼ ὀργῆς ὁ Ὕλας ἀπεκρίνατο σκαιῶς τὴν μὲν Αἴαντος ἔφη ψυχὴν εἰκοστὴν λαχοῦσαν ἐν Ἅιδου διαμείψασθαι κατὰ τὸν Πλάτωνα φύσιν λέοντος· αὑτῷ δὲ πολλάκις παρίσταθαι καὶ τὰ τοῦ κωμικοῦ γέροντος ὄνον γενέσθαι κρεῖττον, ἢ τοὺς χείρονας ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον. καὶ ὁ Σῶσπις γελάσας ἀλλʼ ἕως μέλλομεν ἐνδύεσθαι τὸ κανθήλιον, εἴ τι κήδῃ Πλάτωνος, δίδαξον ἡμᾶς, ᾧτινι λόγῳ τὴν τοῦ Τελαμωνίου ψυχὴν πεποίηκεν ἀπὸ κλήρου βαδίζουσαν εἰκοστὴν ἐπὶ τὴν αἵρεσιν· ἀποσκορακίσαντος δὲ τοῦ Ὕλα χλευάζεσθαι γὰρ ᾤετο δυσημερῶν, ὑπολαβὼν ὁ ἀδελφὸς ἡμῶν τί οὖν; εἶπεν οὐ δευτερεῖα μὲν ὁ Αἴας κάλλους καὶ μεγέθους καὶ ἀνδρείας ἀεὶ φέρεται μετʼ ἀμύμονα Πηλείωνα, τὰ δʼ εἴκοσι δευτέρα δεκάς, ἡ δὲ δεκὰς ἐν τοῖς ἀριθμοῖς κράτιστος, ὡς ἐν τοῖς Ἀχαιοῖς ὁ Ἀχιλλεύς; γελασάντων δʼ ἡμῶν ταῦτα μέν ὁ Ἀμμώνιος εἶπεν ὦ Λαμπρία, κείσθω σοι πεπαιγμένα πρὸς Ὕλαν· ἡμῖν δὲ μὴ παίζων ἀλλʼ ἀπὸ σπουδῆς, ἐπεὶ τὸν λόγον ἑκὼν ἐξεδέξω, δίελθε περὶ τῆς αἰτίας.