# Συμποσιακῶν προβλημάτων βιβλία 9.1-6

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, Book 9, Τί αἰνίττεται ὁ περὶ τῆς ἣττης τοῦ Ποσειδῶνος μῦθος ἐν ᾧ καί, διὰ τί τὴν δευτέραν Ἀθηναῖοι τοῦ Βοηδρομιῶνος ἐξαιροῦσιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-123/9.1-6

θορυβησάντων δὲ πάντων, Μενέφυλος ὁ Περιπατητικὸς προσαγορεύσας τὸν Ὕλαν ὁρᾷς εἶπεν ὡς οὐκ ἦν τὸ ἐρώτημα χλευασμὸς οὐδʼ ὕβρις· ἀλλʼ ἀφείς, ὦ μακάριε, τὸν δυστράπελον Αἴαντα καὶ δυσώνυμον, ὥς φησι Σοφοκλῆς, γενοῦ μετὰ τοῦ Ποσειδῶνος, ὃν αὐτὸς εἴωθας ἱστορεῖν ἡμῖν ἡττώμενον πολλάκις, ἐνταῦθα μὲν ὑπʼ Ἀθηνᾶς ἐν Δελφοῖς δʼ ὑπὸ τοῦ Ἀπόλλωνος ἐν Ἄργει δʼ ὑπὸ τῆς Ἥρας ἐν Αἰγίνῃ δʼ ὑπὸ τοῦ Διὸς ἐν Νάξῳ δʼ ὑπὸ τοῦ Διονύσου, πρᾶον δὲ πανταχοῦ καὶ ἀμήνιτον ὄντα περὶ τὰς δυσημερίας· ἐνταῦθα γοῦν καὶ νεὼ κοινωνεῖ μετὰ τῆς Ἀθηνᾶς, ἐν ᾧ καὶ βωμός ἐστι Λήθης ἱδρυμένος. καὶ ὁ Ὕλας ὥσπερ ἡδίων γενόμενος ἐκεῖνο δέ σε εἶπεν ὦ Μενέφυλε, λέληθεν, ὅτι καὶ τὴν δευτέραν τοῦ Βοηδρομιῶνος; ἡμέραν ἐξαιροῦμεν οὐ πρὸς τὴν σελήνην, ἀλλʼ ὅτι ταύτῃ δοκοῦσιν ἐρίσαι περὶ τῆς· χώρας οἱ θεοί. πάντα εἶπεν ὁ Λαμπρίας ὅσῳ τοῦ Θρασυβούλου γέγονε Ποσειδῶν πολιτικώτερος, εἰ μὴ κρατῶν ὡς ἐκεῖνος, ἀλλʼ ἡττώ

---

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg112.local001/.
