# Συμποσιακῶν προβλημάτων βιβλία 9.3

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, Book 9, Περὶ στίχων εὐκαίρως ἀναπεφωνημένων καὶ ἀκαίρως.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-123/9.3

ἐκ δὲ τούτου πολλὰ καὶ τῶν ἀκαίρων ἐνίοις ἐπῄει λέγειν, ὡς οὐκ ἄχρηστον εἰδέναι καὶ φυλάττεσθαι· οἷον Πομπηίῳ Μάγνῳ φασὶν ἀπὸ τῆς μεγάλης ἐπανήκοντι στρατείας τὸν διδάσκαλον τῆς θυγατρὸς ἀπόδειξιν διδόντα, βιβλίου κομισθέντος ἐνδοῦναι τῇ παιδὶ τοιαύτην ἀρχήν, ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι. Κασσίῳ δὲ Λογγίνῳ λόγου προσπεσόντος ἀδεσπότου, τὸν υἱὸν ἐπὶ ξένης τεθνάναι, καὶ τἀληθὲς ἔχοντος εἰπεῖν οὐδενὸς οὐδʼ ἀνελεῖν τὸ ὕποπτον, εἰσελθὼν συγκλητικὸς ἀνὴρ πρὸς αὐτὸν ἤδη πρεσβύτερος οὐ καταφρονήσεις ἔφη Λογγῖνε, λαλιᾶς ἀπίστου καὶ κακοήθους φήμης, ὥσπερ οὐκ εἰδὼς οὐδʼ ἀνεγνωκὼς τὸ φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται ὁ δʼ ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν ἐν τῷ θεάτρῳ προτείνας ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτʼ ἄκων ἠστόχησε. ταῦτα μὲν οὖν παρηγόρησεν ἀστείως τὸν θόρυβον.

---

Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg112.local001/.
