Ancient Greek · ~8 min
Book 9, Περὶ τοῦ ἀριθμοῦ τῶν Μουσῶν ὅσα λέγεται μὴ κοινῶς.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 9.6
Not analysed yet
πάνυ μὲν οὖν ὁ Ἀμμώνιος ἔφη τὴν ἐν ἡμῖν ἀκούσιον αἰτίαν καὶ ἀπροαίρετον ἡ δʼ ἐν θεοῖς ἀνάγκη δύστλητος οὔκ ἐστʼ οἶμαι δʼ οὐδὲ δυσπειθὴς οὐδὲ βιαία, πλὴν τοῖς κακοῖς, ὥς ἐστι νόμος ἐν πόλει τοῖς βελτίστοις τὸ βέλτιστον αὐτῆς, ἀπαράτρεπτον καὶ ἀπαράβατον οὐ τῷ μὲν ἀδυνάτῳ τῷ δʼ ἀβουλήτῳ τῆς μεταβολῆς. αἵ γε μὲν δὴ Ὁμήρου Σειρῆνες οὐ κατὰ λόγον ἡμᾶς; τῷ μύθῳ φοβοῦσιν, ἀλλὰ κἀκεῖνος ὀρθῶς ᾐνίττετο τὴν τῆς μουσικῆς αὐτῶν δύναμιν οὐκ ἀπάνθρωπον οὐδʼ ὀλέθριον οὖσαν ἀλλὰ ταῖς ἐντεῦθεν ἀπιούσαις ἐκεῖ ψυχαῖς, ὡς ἔοικε, καὶ πλανωμέναις μετὰ τὴν τελευτὴν ἔρωτα πρὸς τὰ οὐράνια καὶ θεῖα λήθην δὲ τῶν θνητῶν ἐμποιοῦσαν κατέχειν καὶ κατᾴδειν θελγομένας· αἱ δʼ ὑπὸ χαρᾶς ἕπονται καὶ συμπεριπολοῦσιν. ἐνταῦθα δὲ πρὸς ἡμᾶς ἀμυδρά τις οἷον ἠχὼ τῆς μουσικῆς ἐκείνης ἐξικνουμένη διὰ λόγων ἐκκαλεῖται καὶ ἀναμιμνήσκει τὰς ψυχὰς τῶν τότε· τὰ δʼ ὦτα τῶν μὲν πλείστων περιαλήλιπται καὶ καταπέπλασται σαρκίνοις ἐμφράγμασι καὶ πάθεσιν, οὐ κηρίνοις· ἣ δὲ διʼ εὐφυΐαν αἰσθάνεται καὶ μνημονεύει, καὶ τῶν ἐμμανεστάτων ἐρώτων οὐδὲν ἀποδεῖ τὸ πάθος αὐτῆς, γλιχομένης καὶ ποθούσης λῦσαί τε μὴ δυναμένης ἑαυτὴν ἀπὸ τοῦ σώματος. οὐ μὴν ἔγωγε παντάπασι συμφέρομαι τούτοις· ἀλλά μοι δοκεῖ Πλάτων ὡς ἀτράκτους καὶ ἠλακάτας τοὺς ἄξονας, σφονδύλους δὲ τοὺς ἀστέρας, ἐξηλλαγμένως ἐνταῦθα καὶ τὰς Μούσας Σειρῆνας ὀνομάζειν εἰρούσας τὰ θεῖα καὶ λεγούσας ἐν Ἅιδου, καθάπερ Σοφοκλέους Ὀδυσσεὺς φησι Σειρῆνας εἰσαφικέσθαι Φόρκου κόρας, θροοῦντε τοὺς Ἅιδου νόμους Μοῦσαι δʼ εἰσὶν ὀκτὼ καὶ συμπεριπολοῦσι ταῖς ὀκτὼ σφαίραις, μία δὲ τὸν περὶ γῆν εἴληχε τόπον. αἱ μὲν οὖν ὀκτὼ περιόδοις ἐφεστῶσαι τὴν τῶν πλανωμένων ἄστρων πρὸς τὰ ἀπλανῆ καὶ πρὸς ἄλληλα συνέχουσι καὶ διασῴζουσιν ἁρμονίαν· μία δὲ τὸν μεταξὺ γῆς καὶ σελήνης τόπον ἐπισκοποῦσα καὶ περιπολοῦσα, τοῖς θνητοῖς, ὅσον αἰσθάνεσθαι καὶ δέχεσθαι πέφυκε, χαρίτων καὶ ῥυθμοῦ καὶ ἁρμονίας ἐνδίδωσι, διὰ λόγου καὶ ᾠδῆς πειθὼ πολιτικῆς καὶ κοινωνητικῆς συνεργὸν ἐπάγουσα παραμυθουμένην καὶ κηλοῦσαν ἡμῶν τὸ ταραχῶδες καὶ τὸ πλανώμενον ὥσπερ ἐξ ἀνοδίας ἀνακαλουμένην ἐπιεικῶς καὶ καθιστᾶσαν. ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν Πιερίδων ἀίοντα κατὰ Πίνδαρον.