# Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου 31

Plutarch, Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου, Section 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-125/31

ἕτερος δὲ καιρός ἐστι νουθεσίας ὅταν ὑπʼ ἄλλων λοιδορηθέντες ἐφʼ οἷς ἁμαρτάνουσι ταπεινοί τε γένωνται καὶ συσταλῶσιν. ᾧ χρῷτʼ ἂν ἐμμελῶς χαρίεις τοὺς μὲν λοιδοροῦντας ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δʼ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ ὑπομιμνῄσκων ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ, ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί. ποῦ γὰρ ἔστι τούτοις τὸ στόμα διᾶραι, τί δὲ προσειπεῖν, ἂν ἀφῇς ταῦτα καὶ ῥίψῃς ἐφʼ οἷς κακῶς ἀκούεις; γίγνεται γὰρ οὕτω τὸ μὲν λυπηρὸν τοῦ λοιδοροῦντος, τὸ δʼ ὠφέλιμον τοῦ νουθετοῦντος. ἔνιοι δὲ κομψότερον, ἄλλους ψέγοντες, ἐπιστρέφουσι τοὺς συνήθεις· κατηγοροῦσι γὰρ ἑτέρων ἃ πράττοντας ἐκείνους ἴσασιν. ὁ δʼ ἡμέτερος καθηγητὴς Ἀμμώνιος ἐν δειλινῇ διατριβῇ τῶν γνωρίμων τινὰς αἰσθόμενος ἠριστηκότας οὐχ ἁπλοῦν ἄριστον ἐκέλευσεν ἰδίῳ παιδὶ πληγὰς ἐμβαλεῖν τὸν ἀπελεύθερον, ἐπειπὼν ὅτι χωρὶς ὄξους ἀριστᾶν οὐ δύναται. καὶ ἅμα πρὸς ἡμᾶς ἀπέβλεψεν, ὥστε τῶν ἐνόχων ἅψασθαι τὴν ἐπιτίμησιν,

---

Plutarch, Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg070.local001/.
