# Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου 34

Plutarch, Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου, Section 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-125/34

ἥκιστα δὲ προσήκει νουθετούμενον ἀντινουθετεῖν καὶ παρρησίᾳ παρρησίαν ἀντεκφέρειν· ταχὺ γὰρ ἐκκάει καὶ ποιεῖ διαφοράν, καὶ ὅλως οὐκ ἀντιπαρρησιαζομένου δόξειεν ἂν ἀλλὰ παρρησίαν μὴ φέροντος ὁ τοιοῦτος ὠθισμὸς εἶναι. βέλτιον οὖν ὑπομένειν τὸν νουθετεῖν δοκοῦντα φίλον· ἂν γὰρ ὕστερον αὐτὸς ἁμαρτάνῃ καὶ δέηται νουθεσίας, αὐτὸ τοῦτο τῇ παρρησίᾳ τρόπον τινὰ παρρησίαν δίδωσιν. ὑπομιμνῃσκόμενος γὰρ ἄνευ μνησικακίας ὅτι τοὺς φίλους καὶ αὐτὸς εἰώθει μὴ περιορᾶν ἁμαρτάνοντας ἀλλʼ ἐξελέγχειν καὶ διδάσκειν, μᾶλλον ἐνδώσει καὶ παραδέξεται τὴν ἐπανόρθωσιν, ὡς οὖσαν εὐνοίας καὶ χάριτος οὐ μέμψεως ἀνταπόδοσιν οὐδʼ ὀργῆς.

---

Plutarch, Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg070.local001/.
