# Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-30-2

Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν, 1 to 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-127/1-30

Ῥοδίους δὲ πολιορκῶν ὁ Δημήτριος ἔλαβεν ἔν τινι προαστείῳ πίνακα Πρωτογένους τοῦ ζωγράφου τὸν Ἰάλυσον γράφοντος ἐπικηρυκευσαμένων δὲ τῶν Ῥοδίων καὶ φείσασθαι τοῦ πίνακος παρακαλούντων, ἔφη μᾶλλον ἂν τὰς τοῦ πατρὸς εἰκόνας } τὴν γραφὴν ἐκείνην διαφθεῖραι. σπεισάμενος δὲ τοῖς Ῥοδίοις τὴν ἑλέπολιν ἀπέλιπε παρʼ αὐτοῖς, ὑπόδειγμα τῆς αὑτοῦ μεγαλουργίας ἐκείνων δὲ ἀνδρείας ἐσομένην. ἀποστάντων δὲ τῶν Ἀθηναίων, ἑλὼν τὴν πόλιν ἤδη κακῶς ὑπὸ σιτοδείας ἔχουσαν, εὐθὺς ἐκκλησίας αὐτῷ συναχθείσης, ἐπέδωκε δωρεὰν σῖτον αὐτοῖς· δημηγορῶν δὲ περὶ τούτων ἐβαρβάρισε· τῶν δὲ καθημένων τινὸς ὡς ἔδει τὸ ῥῆμα λεχθῆναι παραφωνήσαντος, οὐκοῦν, ἔφη, καὶ τῆς ἐπανορθώσεως ταύτης ἄλλους ὑμῖν πεντακισχιλίους ἐπιδίδωμι μεδίμνους.

---

Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν, ed. Frank Cole Babbitt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg081.local001/.
