# Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-70-3

Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν, 1 to 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-127/1-70

Ἀνταλκίδας πρὸς τὸν Ἀθηναῖον ἀμαθεῖς ἀποκαλοῦντα τοὺς Λακεδαιμονίους, μόνοι γοῦν, εἶπεν, ἡμεῖς οὐδὲν μεμαθήκαμεν κακὸν παρʼ ὑμῶν. ἑτέρου δὲ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος, ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν, ἡμεῖς δὲ οὐδέποτε, εἶπεν, ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα. σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, ἔφη, τίς γὰρ αὐτὸν ψέγει;

---

Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν, ed. Frank Cole Babbitt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg081.local001/.
