# Regum et imperatorum apophthegmata 1-88-2

Plutarch, Regum et imperatorum apophthegmata, 1 to 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-127/1-88
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-127/1-88
CTS URN: urn:cts:greekLit:tlg0007.tlg081:1-88-2

Λεύκουλλος ἐν Ἀρμενίᾳ μετὰ μυρίων ὁπλιτῶν καὶ χιλίων ἱππέων ἐπὶ Τιγράνην ἐχώρει πεντεκαίδεκα; μυριάδας στρατιᾶς ἔχοντα τῇ πρὸ μιᾶς νωνῶν ὀκτωβρίων, ἐν ᾗ πρότερον ὑπὸ Κίμβρων ἡ μετὰ Καιπίωνος διεφθάρη δύναμις. εἰπόντος δέ τινος ὅτι Ῥωμαῖοι τὴν ἡμέραν ἀφοσιοῦνται καὶ δεδοίκασιν, οὐκοῦν, ἔφη, σήμερον ἀγωνισώμεθα προθύμως, ἵνα καὶ ταύτην ἐξ ἀποφράδος καὶ σκυθρωπῆς ποιήσωμεν ἱλαρὰν καὶ προσφιλῆ Ῥωμαῖοι. τοὺς δὲ καταφράκτους μάλιστα φοβουμένων τῶν στρατιωτῶν ἐκέλευσε θαρρεῖν· πλεῖον γὰρ ἔργον εἶναι τοῦ νικῆσαι τὸ τούτους σκυλεῦσαι. προσβὰς δὲ τῷ λόφῳ πρῶτος καὶ τὸ κίνημα τῶν βαρβάρων θεασάμενος ἀνεβόησε, νενικήκαμεν, ὦ συστρατιῶται · καὶ μηδενὸς ὑποστάντος διώκων πέντε Ῥωμαίων ἀπέβαλε πεσόντας, τῶν δὲ πολεμίων ὑπὲρ δέκα μυριάδας ἀπέκτεινε.

---

Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν, ed. Frank Cole Babbitt. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg081.local001/.
