# Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 2-5-9

Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν, 2 to 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-127/2-5

ἐπεὶ δὲ Ῥοιμητάλκης ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἀπʼ Ἀντωνίου μεταβαλόμενος πρὸς αὐτὸν οὐκ ἐμετρίαζεν παρὰ τοὺς πότους, ἀλλʼ ἦν ἐπαχθὴς ὀνειδίζων τὴν συμμαχίαν, προπιών τινι τῶν ἄλλων βασιλέων ὁ Καῖσαρ εἶπεν, ἐγὼ προδοσίαν φιλῶ, προδότας δʼ οὐκ ἐπαινῶ. τῶν δὲ Ἀλεξανδρέων μετὰ τὴν ἅλωσιν τὰ δεινότατα πείσεσθαι προσδοκώντων, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ παραστησάμενος Ἄρειον τὸν Ἀλεξανδρέα φείδεσθαι μὲν τῆς πόλεως ἔφη πρῶτον διὰ τὸ μέγεθος καὶ τὸ κάλλος, ἔπειτα διὰ τὸν κτίστην Ἀλέξανδρον, τρίτον δὲ διʼ Ἄρειον τὸν φίλον. ἀκούσας δὲ ὅτι Ἔρως ὁ τὰ ἐν Αἰγύπτῳ διοικῶν ὄρτυγα τὸν κρατοῦντα πάντων ἐν τῷ μάχεσθαι καὶ ἀήττητον ὄντα πριάμενος ὀπτήσας κατέφαγε, μετεπέμψατο αὐτὸν καὶ ἀνέκρινεν ὁμολογήσαντα σὲ ἐκέλευσεν ἱστῷ νηὸς προσηλωθῆναι. ἐν δὲ Σικελίᾳ Ἄρειον ἀντὶ Θεοδώρου κατέστησε διοικητὴν ἐπιδόντος δέ τινος αὐτῷ βιβλίον, ἐν ᾧ γεγραμμένον ἦν, φαλακρὸς ἢ κλέπτης Θεόδωρος ὁ Ταρσεύς· τί σοι δοκεῖ; ἀναγνοὺς Καῖσαρ ὑπέγραψε, δοκεῖ. παρὰ δὲ Μαικήνα τοῦ συμβιωτοῦ καθʼ ἕκαστον ἐνιαυτὸν ἐν τοῖς γενεθλίοις δῶρον ἐλάμβανε φιάλην. Ἀθηνοδώρῳ δὲ τῷ φιλοσόφῳ διὰ γῆρας εἰς οἶκον ἀφεθῆναι δεηθέντι συνεχώρησεν. ἐπεὶ δὲ ἀσπασάμενος αὐτὸν ὁ Ἀθηνόδωρος εἶπεν, ὅταν ὀργισθῇς, Καῖσαρ, μηδὲν εἴπῃς μηδὲ ποιήσῃς πρότερον ἢ τὰ εἴκοσι καὶ τέτταρα γράμματα διελθεῖν πρὸς ἑαυτόν, ἐπιλαβόμενος αὐτοῦ τῆς χειρός, ἔτι σοῦ παρόντος, ἔφη, χρείαν ἔχω καὶ κατέσχεν αὐτὸν ἐνιαυτὸν ὅλον, εἰπὼν ὅτι ἔστι καὶ σιγῆς ἀκίνδυνον γέρας. ἀκούσας δὲ ὅτι Ἀλέξανδρος δύο καὶ τριάκοντα γεγονὼς ἔτη κατεστραμμένος τὰ πλεῖστα διηπόρει τί ποιήσει τὸν λοιπὸν χρόνον, ἐθαύμαζεν εἰ μὴ μεῖζον Ἀλέξανδρος ἔργον ἡγεῖτο τοῦ κτήσασθαι τὴν ἡγεμονίαν τὸ διατάξαι τὴν ὑπάρχουσαν. γράψας δὲ τὸν περὶ τῶν μοιχῶν νόμον, ἐν ᾧ διώρισται πῶς δεῖ κρίνεσθαι τοὺς ἐν αἰτίαις γενομένους καὶ πῶς δεῖ κολάζεσθαι τοὺς ἁλόντας, εἶτα προσπεσὼν ὑπʼ ὀργῆς τὸν ἐπὶ Ἰουλίᾳ τῇ θυγατρὶ διαβεβλημένον νεανίσκον ἔτυπτε ταῖς χερσὶν ἐκείνου δὲ ἀναβοῶντος, νόμον ἔθηκας, ὦ Καῖσαρ, οὕτω μετενόησεν ὥστε τὴν ἡμέραν ἐκείνην παραιτήσασθαι τὸ δεῖπνον.

---

Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν, ed. Frank Cole Babbitt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg081.local001/.
