# Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 5-2

Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν, Σκιπιῶνος τοῦ Πρεσβυτερου. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-127/5-2

ἐπεὶ δὲ διαβὰς τῆς τε γῆς ἐκράτει καὶ τὰ στρατόπεδα τῶν πολεμίων κατέκαυσεν, οἱ Καρχηδόνιοι πέμψαντες ἐποιοῦντο συνθήκας, τά τε θηρία καὶ τὰς ναῦς καὶ τὰ χρήματα δώσειν ὁμολογήσαντες· Ἀννίβου δὲ καταπλεύσαντος ἐξ Ἰταλίας, μετεμέλοντο ταῖς ὁμολογίαις διὰ τὸ θαρρεῖν πυθόμενος δὲ ὁ Σκιπίων ἔφη μηδὲ βουλομένοις αὐτοῖς ἔτι τὰς σπονδὰς φυλάξειν, ἂν μὴ τάλαντα πεντακισχίλια προσεκτείσωσιν, ὅτι μετεπέμψαντο τὸν Ἀννίβαν.

---

Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν, ed. Frank Cole Babbitt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg081.local001/.
