# Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 6

Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν, Φιλίππου τοῦ Ἀλεξάνδρου Πατρός. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-127/6

Σμικύθου δὲ Νικάνορα διαβάλλοντος ὡς ἀεὶ κακῶς λέγοντα τὸν Φίλιππον καὶ τῶν ἑταίρων οἰομένων δεῖν μεταπέμπεσθαι καὶ κολάζειν, ἀλλὰ μήν, ἔφη, Νικάνωρ οὐ φαυλότατός ἐστι Μακεδόνων ἐπισκεπτέον οὖν, μή τι γίνεται παρʼ ἡμᾶς. ὡς οὖν ἔγνω τὸν Νικάνορα θλιβόμενον ἰσχυρῶς ὑπὸ πενίας ἠμελημένον δὲ ὑπʼ αὐτοῦ, προσέταξε δωρεάν τινα αὐτῷ δοθῆναι. πάλιν οὖν τοῦ Σμικύθου λέγοντος ὅτι θαυμαστὰ περὶ αὐτοῦ πρὸς ἅπαντας ἐγκώμια λέγων ὁ Νικάνωρ διατελεῖ, ὁρᾶτε οὖν, εἶπεν, ὅτι παρʼ ἡμᾶς αὐτούς ἐστι καὶ τὸ καλῶς καὶ τὸ κακῶς ἀκούειν.

---

Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν, ed. Frank Cole Babbitt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg081.local001/.
