Ancient Greek · ~3 min
16.1 to 16.3
Plutarch, Ῥωμύλος 16.1-3
Not analysed yet
οἱ δὲ Σαβῖνοι πολλοὶ μὲν ἦσαν καὶ πολεμικοί, κώμας δʼ ᾤκουν ἀτειχίστους, ὡς προσῆκον αὐτοῖς μέγα φρονεῖν καὶ μὴ φοβεῖσθαι, Λακεδαιμονίων ἀποίκοις οὖσιν. οὐ μὴν ἀλλʼ ὁρῶντες αὑτοὺς ἐνδεδεμένους μεγάλοις ὁμηρεύμασι, καὶ δεδιότες περὶ τῶν θυγατέρων, πρέσβεις ἀπέστειλαν ἐπιεικῆ καὶ μέτρια προκαλούμενοι, τὸν Ῥωμύλον ἀποδόντα τὰς κόρας αὐτοῖς καὶ λύσαντα τὸ τῆς βίας ἔργον, εἶτα πειθοῖ καὶ νόμῳ πράττειν τοῖς γένεσι φιλίαν καὶ οἰκειότητα. τοῦ δὲ Ῥωμύλου τὰς μὲν κόρας μὴ προιεμένου, παρακαλοῦντος δὲ τὴν κοινωνίαν δέχεσθαι τοὺς Σαβίνους, οἱ μὲν ἄλλοι βουλευόμενοι καὶ παρασκευαζόμενοι διέτριβον, Ἄκρων δὲ βασιλεὺς Καινινητῶν, ἀνὴρ θυμοειδὴς καὶ δεινὸς ἐν τοῖς πολεμικοῖς, τά τε πρῶτα τολμήματα τοῦ Ῥωμύλου διʼ ὑποψίας εἶχε, καὶ τῷ πραχθέντι περὶ τὰς γυναῖκας ἤδη φοβερὸν ἡγούμενος πᾶσιν εἶναι καὶ οὐκ ἀνεκτὸν εἰ μὴ κολασθείη, προεξανέστη τῷ πολέμῳ καὶ μετὰ πολλῆς ἐχώρει δυνάμεως ἐπʼ αὐτόν, καὶ ὁ Ῥωμύλος ἐπʼ ἐκεῖνον.