Ancient Greek · ~4 min
18.5 to 18.7
Plutarch, Ῥωμύλος 18.5-7
Not analysed yet
τοῦτον Ἑρσιλίας ἄνδρα καὶ πάππον Ὁστιλίου τοῦ μετὰ Νομᾶν βασιλεύσαντος γενέσθαι λέγουσιν. αὖθις δὲ πολλῶν ἀγώνων ἐν βραχεῖ συνισταμένων ὡς εἰκός, ἑνὸς μάλιστα τοῦ τελευταίου μνημονεύουσιν, ἐν ᾧ Ῥωμύλου τὴν κεφαλὴν πληγέντος λίθῳ καὶ πεσεῖν ὀλίγον δεήσαντος τοῦ τʼ ἀντέχειν ὑφεμένου, τοῖς Σαβίνοις ἐνέδωκαν οἱ Ῥωμαῖοι καὶ φυγῇ πρὸς τὸ Παλάτιον ἐχώρουν, ἐξωθούμενοι τῶν ἐπιπέδων. ἤδη δὲ ὁ Ῥωμύλος ἐκ τῆς πληγῆς ἀναφέρων, ἐβούλετο μὲν εἰς τὰ ὅπλα χωρεῖν τοῖς φεύγουσιν ἐναντίως, καὶ μέγα βοῶν ἵστασθαι καὶ μάχεσθαι παρεκάλει. πολλῆς δὲ τῆς φυγῆς αὐτῷ περιχεομένης, καὶ μηδενὸς ἀναστρέφειν τολμῶντος, ἀνατείνας εἰς οὐρανὸν τὰς χεῖρας ηὔξατο τῷ Διὶ στῆσαι τὸ στράτευμα καὶ τὰ Ῥωμαίων πράγματα πεσόντα μὴ περιιδεῖν, ἀλλʼ ὀρθῶσαι. γενομένης δὲ τῆς εὐχῆς, αἰδώς τε τοῦ βασιλέως ἔσχε πολλούς, καὶ θάρσος ἐκ μεταβολῆς παρέστη τοῖς φεύγουσιν. ἔστησαν οὖν πρῶτον οὗ νῦν ὁ τοῦ Διὸς τοῦ Στάτορος ἵδρυται νεώς, ὃν Ἐπιστάσιον ἄν τις ἑρμηνεύσειεν, εἶτα συνασπίσαντες πάλιν ἔωσαν ὀπίσω τοὺς Σαβίνους ἐπὶ τὴν νῦν Ῥήγιαν προσαγορευομένην καὶ τὸ τῆς Ἑστίας ἱερόν.