Ancient Greek
Chapter 20
Plutarch, Ῥωμύλος 20.6
Not analysed yet
ὅτῳ δὲ προσιόντι δόξειε μὴ θαλερὸν εἶναι μηδὲ χλωρόν, ἀλλʼ οἷον ἀτροφεῖν καὶ φθίνειν, ὁ μὲν εὐθὺς ἔφραζε κραυγῇ τοῖς προστυγχάνουσιν, οἱ δʼ ὥσπερ ἐμπρησμῷ βοηθοῦντες ἐβόων ὕδωρ, ὕδωρ, καὶ συνέτρεχον πανταχόθεν ἀγγεῖα πλήρη κομίζοντες ἐπὶ τὸν τόπον. Γαΐου δὲ Καίσαρος ὥς φασι τὰς ἀναβάσεις ἐπισκευάζοντος, καὶ τῶν τεχνιτῶν περιορυττόντων τὰ πλησίον, ἔλαθον αἱ ῥίζαι κακωθεῖσαι παντάπασι, καὶ τὸ φυτὸν ἐμαράνθη.