Ancient Greek
Chapter 21
Plutarch, Ῥωμύλος 21.2
Not analysed yet
τὴν δὲ Καρμένταν οἴονταί τινες Μοῖραν εἶναι κυρίαν ἀνθρώπων γενέσεως· διὸ καὶ τιμῶσιν αὐτὴν αἱ μητέρες· οἱ δὲ τὴν [τοῦ] Εὐάνδρου τοῦ Ἀρκάδος γυναῖκα, μαντικήν τινα καὶ φοιβαστικὴν ἐμμέτρων χρησμῶν γενομένην, Καρμένταν ἐπονομασθῆναι (τὰ γὰρ ἔπη κάρμενα καλοῦσι)· Νικοστράτη δʼ ἦν ὄνομα κύριον αὐτῇ. καὶ τοῦτο μὲν ὁμολογεῖται· τὴν δὲ Καρμένταν ἔνιοι πιθανώτερον ἀφερμηνεύουσιν οἷον ἐστερημένην νοῦ διὰ τὰς ἐν τοῖς ἐνθουσιασμοῖς παραφροσύνας. τὸ μὲν γὰρ στέρεσθαι καρῆρε, μέντεμ δὲ τὸν νοῦν ὀνομάζουσι.