Ancient Greek
Chapter 24
Plutarch, Ῥωμύλος 24.2
Not analysed yet
ἐκδοθέντων δὲ τῶν φονέων καὶ κολασθέντων παρʼ ἀμφοτέροις, ἐλώφησεν ἐπιδήλως τὰ δεινά, καὶ καθαρμοῖς ὁ Ῥωμύλος ἥγνισε τὰς πόλεις, οὓς ἔτι νῦν ἱστοροῦσιν ἐπὶ τῆς Φερεντίνης πύλης συντελεῖσθαι. πρὶν δὲ λῆξαι τὸν λοιμόν, ἐπέθεντο Καμέριοι Ῥωμαίοις καὶ κατέδραμον τὴν χώραν, ὡς ἀδυνάτων ἀμύνεσθαι διὰ τὸ πάθος.