# Ῥωμύλος 28.6

Plutarch, Ῥωμύλος, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-128/28.6

λέγεται δὲ καὶ τὸν Ἀλκμήνης ἐκκομιζομένης νεκρὸν ἄδηλον γενέσθαι, λίθον δὲ φανῆναι κείμενον ἐπὶ τῆς κλίνης, καὶ ὅλως πολλὰ τοιαῦτα μυθολογοῦσι, παρὰ τὸ εἰκὸς ἐκθειάζοντες τὰ θνητὰ τῆς φύσεως ἅμα τοῖς θείοις. ἀπογνῶναι μὲν οὖν παντάπασι τὴν θειότητα τῆς ἀρετῆς ἀνόσιον καὶ ἀγεννές, οὐρανῷ δὲ μειγνύειν γῆν ἀβέλτερον. φατέον οὖν, ἐχομένοις τῆς ἀσφαλείας, κατὰ Πίνδαρον, ὡς σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ, ζῳὸν δʼ ἔτι λείπεται αἰῶνος εἴδωλον· τὸ γάρ ἐστι μόνον ἐκ θεῶν.

---

Plutarch, Ῥωμύλος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg002.local001/.
