Ancient Greek · ~1 min
Chapter 28
Plutarch, Ῥωμύλος 28.7
Not analysed yet
ἥκει γὰρ ἐκεῖθεν, ἐκεῖ δʼ ἄνεισιν, οὐ μετὰ σώματος, ἀλλʼ ἐὰν ὅτι μάλιστα σώματος ἀπαλλαγῇ καὶ διακριθῇ καὶ γένηται καθαρὸν παντάπασι καὶ ἄσαρκον καὶ ἁγνόν. αὕη γὰρ ψυχὴ ἀρίστη, καθʼ Ἡράκλειτον, ὥσπερ ἀστραπὴ νέφους διαπταμένη τοῦ σώματος. ἡ δὲ σώματι πεφυρμένη καὶ περίπλεως σώματος, οἷον ἀναθυμίασις ἐμβριθὴς καὶ ὁμιχλώδης, δυσέξαπτός ἐστι καὶ δυσανακόμιστος.