Ancient Greek
Chapter 4
Plutarch, Ῥωμύλος 4.3
Not analysed yet
οἱ δὲ τοὔνομα τῆς τροφοῦ διʼ ἀμφιβολίαν ἐπὶ τὸ μυθῶδες ἐκτροπὴν τῇ φήμῃ παρασχεῖν· λούπας γὰρ ἐκάλουν οἱ Λατῖνοι τῶν τε θηρίων τὰς λυκαίνας καὶ τῶν γυναικῶν τὰς ἑταιρούσας· εἶναι δὲ τοιαύτην τὴν Φαιστύλου γυναῖκα τοῦ τὰ βρέφη θρέψαντος, Ἄκκαν Λαρεντίαν ὄνομα. ταύτῃ δὲ καὶ θύουσι Ῥωμαῖοι, καὶ χοὰς ἐπιφέρει τοῦ Ἀπριλίου μηνὸς αὐτῇ ὁ τοῦ Ἄρεως ἱερεύς, καὶ Λαρενταλίαν καλοῦσι τὴν ἑορτήν.