Ancient Greek · ~2 min
8.3 to 8.4
Plutarch, Ῥωμύλος 8.3-4
Not analysed yet
ἐν δὲ πολλαῖς καὶ μεγάλαις ἀνάγκαις ὁ Φαιστύλος οὔτʼ ἀήττητον ἑαυτὸν διεφύλαξεν, οὔτε παντάπασιν ἐκβιασθείς, σῴζεσθαι μὲν ὡμολόγησε τοὺς παῖδας, εἶναι δʼ ἄπωθεν τῆς Ἄλβης ἔφη νέμοντας· αὐτὸς δὲ τοῦτο πρὸς τὴν Ἰλίαν φέρων βαδίζειν, πολλάκις ἰδεῖν καὶ θιγεῖν ἐπʼ ἐλπίδι βεβαιοτέρᾳ τῶν τέκνων ποθήσασαν. ὅπερ οὖν οἱ ταραττόμενοι καὶ μετὰ δέους ἢ πρὸς ὀργὴν πράττοντες ὁτιοῦν ἐπιεικῶς πάσχουσι, συνέπεσε παθεῖν τὸν Ἀμούλιον. ἄνδρα γὰρ ἄλλῃ τε χρηστὸν καὶ τοῦ Νομήτορος φίλον ὑπὸ σπουδῆς ἔπεμψε, διαπυθέσθαι τοῦ Νομήτορος κελεύσας, εἴ τις ἥκοι λόγος εἰς αὐτὸν ὑπὲρ τῶν παίδων ὡς περιγενομένων.