# Ῥωμύλος 9.6

Plutarch, Ῥωμύλος, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-128/9.6

ἔστι μὲν γὰρ ἀβλαβέστατον ζῴων ἁπάντων, μηδὲν ὧν σπείρουσιν ἢ φυτεύουσιν ἢ νέμουσιν ἄνθρωποι σινόμενον, τρέφεται δʼ ἀπὸ νεκρῶν σωμάτων, ἀποκτίννυσι δʼ οὐδὲν οὐδὲ λυμαίνεται ψυχὴν ἔχον, πτηνοῖς δὲ διὰ συγγένειαν οὐδὲ νεκροῖς πρόσεισιν. ἀετοὶ δὲ καὶ γλαῦκες καὶ ἱέρακες ζῶντα κόπτουσι τὰ ὁμόφυλα καὶ φονεύουσι· καίτοι κατʼ Αἰσχύλον ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;

---

Plutarch, Ῥωμύλος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg002.local001/.
