Ancient Greek
Chapter 1
Plutarch, Σερτώριος 1.1
Not analysed yet
θαυμαστὸν μὲν ἴσως οὐκ ἔστιν, ἐν ἀπείρῳ τῷ χρόνῳ τῆς τύχης ἄλλοτε ἄλλως ῥεούσης, ἐπὶ ταὐτὰ συμπτώματα πολλάκις καταφέρεσθαι τὸ αὐτόματον. εἴτε γὰρ οὐκ ἔστι τῶν ὑποκειμένων ὡρισμένον τὸ πλῆθος, ἄφθονον ἔχει τῆς τῶν ἀποτελουμένων ὁμοιότητος χορηγὸν ἡ τύχη τὴν τῆς ὕλης εὐπειρίαν, εἴτʼ ἔκ τινων ὡρισμένων ἀριθμῷ συμπλέκεται τὰ πράγματα, πολλάκις ἀνάγκη ταὐτὰ γίνεσθαι διὰ τῶν αὑτῶν περαινόμενα.