Ancient Greek
1.3 to 1.6
Plutarch, Σερτώριος 1.3-6
Not analysed yet
ἑάλω δὲ τὸ Ἴλιον ὑφʼ Ἡρακλέους διὰ τὰς Λαομέδοντος ἵππους καὶ ὑπὸ Ἀγαμέμνονος διὰ τοῦ δουρείου προσαγορευθέντος ἵππου, τρίτον δʼ ὑπὸ Χαριδήμου, ταῖς πύλαις ἵππου τινὸς ἐμπεσόντος ἀποκλεῖσαι ταχὺ τῶν Ἰλιέων μὴ δυνηθέντων δυεῖν δὲ ὁμωνύμων τοῖς εὐωδεστάτοις φυτοῖς πόλεων, Ἴου καὶ Σμύρνης, τὸν ποιητὴν Ὅμηρον ἐι ᾗ μὲν γενέσθαι λέγουσιν, ἐν ᾗ δὲ ἀποθανεῖν, φέρε καὶ τοῦτο προσθῶμεν αὐτοῖς, ὅτι καὶ τῶν στρατηγῶν οἱ πολεμικώτατοι καὶ πλεῖστα δόλῳ κατεργασάμενοι μετὰ δεινότητος ἑτερόφθαλμοι γεγόνασι, Φίλιππος, Ἀντίγονος, Ἀννίβας καὶ περὶ οὗ τόδε τὸ σύγγραμμα Σερτώριος, ὃν Φιλίππου μὲν ἄν τις ἀποφαίνοιτο σωφρονέστερον περὶ τὰς γυναῖκας, Ἀντιγόνου δὲ πιστότερον περὶ φίλους, Ἀννίβου δὲ ἡμερώτερον πρὸς πολεμίους, λειπόμενον δὲ συνέσει μὲν οὐδενὸς τούτων, τύχῃ δὲ πάντων, ᾗ πολὺ τῶν ἐμφανῶν πολεμίων χαλεπωτέρᾳ περὶ πάντα χρησάμενος ἐπανίσωσεν ἑαυτὸν ἐμπειρίᾳ μὲν τῇ Μετέλλου, τόλμῃ δὲ τῇ Πομπηΐου, τύχῃ δὲ τῇ Σύλλα, δυνάμει δὲ τῇ Ῥωμαίων, φυγὰς καὶ βαρβάρων ἔπηλυς ἄρχων ἀντιταξάμενος. τούτῳ δὴ μάλιστα τῶν Ἑλλήνων τὸν Καρδιανὸν ὁμοιοῦμεν Εὐμενῆ· ἀμφότεροι γὰρ ἀρχικοὶ καὶ σὺν δόλῳ πολεμικοί, καὶ τῆς μὲν αὑτῶν ἀποξενωθέντες, ἡγησάμενοι δʼ ἀλλοδαπῶν, τύχῃ δὲ χρησάμενοι βιαίῳ καὶ ἀδίκῳ περὶ τὴν τελευτήν ἐπιβουλευθέντες γὰρ ἀμφότεροι, μεθʼ ὧν τοὺς πολεμίους ἐνίκων, ὑπὸ τούτων ἀνῃρέθησαν.