# Σερτώριος 11.1-3

Plutarch, Σερτώριος, 11.1 to 11.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-130/11.1

οὐ μὴν ἀλλὰ τότε γε τῶν Λυσιτανῶν καλούντων ἀπῆρεν ἐκ Λιβύης, καὶ τούτους συνέταττεν εὐθὺς αὐτοκράτωρ στρατηγὸς, καὶ τὴν ἐγγὺς Ἰβηρίαν ὑπήκοον ἐποιεῖτο, τῶν πλείστων ἑκουσίως προστιθεμένων, μάλιστα μὲν διὰ τὸ πρᾷον αὐτοῦ καὶ δραστήριον, ἔστι δὲ ἃ καὶ σοφιστικῶς αὐτὸς εἰς ἀπάτην καὶ κήλησιν ἐμηχανᾶτο. καὶ πρῶτόν γε πάντων τὸ περὶ τὴν ἔλαφον. ἦν δὲ τοιόνδε. Σπανὸς ἀνὴρ δημότης τῶν ἐπὶ χώρας βιούντων ἐλάφῳ νεοτόκῳ φευγούσῃ κυνηγέτας ἐπιτυχών αὐτῆς μὲν ἀπελείφθη, τὴν δὲ νεβρὸν, ἐκπλαγεὶς τῇ καινότητι τῆς χρόας λευκὴ γὰρ ἦν πᾶσα, λαμβάνει διώξας. κατὰ τύχην δὲ Σερτωρίου τοῖς τόποις ἐναυλισαμένου, καὶ πᾶν ὅ τις ἐξ ἄγρας ἢ γεωργίας ἥκοι κομίζων δῶρον ἀσμένως δεχομένου, καὶ φιλοφρόνως ἀμειβομένου τοὺς θεραπεύοντας, ἐγχειρίζει φέρων αὐτῷ τὴν νεβρὸν. ὁ δὲ δεξάμενος αὐτίκα μὲν ἥσθη μετρίως· χρόνῳ δὲ ποιησάμενος τιθασὸν οὕτω καὶ φιλάνθρωπον ὥστε καὶ καλοῦντος ἀκούειν, καὶ βαδίζοντί ποι παρακολουθεῖν, ὄχλου τε καὶ θορύβου παντὸς ἀνέχεσθαι στρατιωτικοῦ, κατὰ μικρὸν ἐξεθείαζε φάσκων Ἀρτέμιδος δῶρον τὴν ἔλαφον εἶναι, καὶ πολλὰ τῶν ἀδήλων ἐπεφήμιζεν αὐτῷ δηλοῦν, γινώσκων εὐάλωτον εἰς δεισιδαιμονίαν εἶναι φύσει τὸ βαρβαρικόν.

---

Plutarch, Σερτώριος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg042.local001/.
