Ancient Greek
Chapter 13
Plutarch, Σερτώριος 13.2
Not analysed yet
μέθης μὲν γὰρ οὐδὲ ῥᾳθυμῶν ἥπτετο, πόνους δὲ μεγάλους καί μακρὰς ὁδοιπορίας καί συνεχεῖς ἀγρυπνίας ὀλίγοις εἴθιστο καί φαύλοις ἀρκούμενος σιτίοις διαφέρειν, πλάνοις δὲ χρώμενος ἀεὶ καί κυνηγεσίοις ὁπότε σχολάζοι, πάσης διεκδύσεως φεύγοντι καί διώκοντι κυκλώσεως ἀβάτων τε καί βασίμων τόπων ἐμπειρίαν προσειλήφει. διὸ τῷ μὲν εἰργομένῳ μάχης ὅσα νικώμενοι πάσχουσιν ἄνθρωποι βλάπτεσθαι συνέβαινεν, ὁ δὲ τῷ φεύγειν εἶχε τὰ τῶν διωκόντων.