Ancient Greek · ~2 min
Chapter 13
Plutarch, Σερτώριος 13.6
Not analysed yet
ἐκπύστου δὲ τούτου γενομένου πρὸς τὸν Μέτελλον, ἤχθετο μὲν ἤδη τὰ ἐπιτήδεια τῶν στρατιωτῶν ὑπαναλωκότων, ἐξέπεμψε δὲ ἐπὶ σιτολογίαν Ἀκυῗνον ἑξακισχιλίων ἡγούμενον. αἰσθόμενος δὲ ὁ Σερτώριος καί προλοχίσας τὴν ὁδόν ἐπανερχομένῳ τῷ Ἀκυΐνῳ τρισχιλίους ἄνδρας ἔκ τινος συσκίου χαράδρας ἐπανίστησιν, αὐτὸς δὲ κατὰ στόμα προσβαλὼν τρέπεται, καί τοὺς μὲν διαφθείρει, τοὺς δὲ λαμβάνει ζῶντας. Ἀκυῗνον δὲ μετὰ τῶν ὅπλων καί τὸν ἵππον ἀποβεβληκότα δεξάμενος Μέτελλος αἰσχρῶς ἀπῄει, πολλὰ χλευαζόμενος ὑπὸ τῶν Ἰβήρων.