Ancient Greek · ~2 min
Chapter 17
Plutarch, Σερτώριος 17.3
Not analysed yet
οὐδαμόθεν δὲ προσβολὴν ἔχοντος, ἄλλως ἀλύων καὶ κεναῖς χρώμενος ἀπειλαῖς ὁρᾷ τῆς γῆς ἐκείνης κονιορτὸν ἄνω πολὺν ὑπὸ πνεύματος ἐπʼ αὐτούς φερόμενον. τέτραπται μὲν γὰρ, ὡς ἔφην, τὰ σπήλαια πρὸς βορέαν, ὁ δὲ ἀπὸ τῆς ἄρκτου πνέων ἄνεμος, Καικίαν ἔνιοι καχοῦσιν, ἐπέχει μάλιστα καὶ πλεῖστός ἐστι τῶν ἐκεῖ πνευμάτων, ἐξ ὑγρῶν πεδίων καὶ νιφοβόλων συμφυσώμενος ὀρῶν· τότε δὲ καὶ θέρους ἀκμάζοντος ἰσχύων καὶ τρεφόμενος τῇ τῶν ὑπαρκτίων ἀνέσει πάγων ἥδιστος ἐπέπνει καὶ κατεῖχεν αὐτούς τε καὶ βοτὰ διʼ ἡμέρας ἀναψύχων.