Ancient Greek · ~2 min
Chapter 17
Plutarch, Σερτώριος 17.5
Not analysed yet
τότε μὲν οὖν ἐργασαμένους τοὺς στρατιώτας ἄχρι νυκτὸς ἀπήγαγεν· ἅμα δʼ ἡμέρᾳ πρῶτον μὲν αὔρα μαλακὴ προαπέπνει διακινοῦσα τῆς συμπεφορημένης γῆς τὸ λειότατον ὥσπερ ἄχνην σκιδνάμενον, ἔπειτα σοβαροῦ τοῦ Καικίου πρὸς τόν ἥλιον ἐκχεομένου καὶ τῶν λόφων κονιωμένων ἐπιστάντες οἱ στρατιῶται τόν τε χοῦν ἀνέτρεπον διὰ βάθους καὶ τόν σπίλον ἔκοπτον, ἔνιοι δὲ καὶ τοὺς ἵππους ἄνω καὶ κάτω διεξήλασαν ἀνιστάντες τὸ χαύνωμα καὶ τῇ πνοῇ μετέωρον παραδιδόντες.