Ancient Greek · ~2 min
20.1 to 20.2
Plutarch, Σερτώριος 20.1-2
Not analysed yet
ἠθύμει δὲ δεινῶς διὰ τὸ μηδαμοῦ φανερὰν τὴν ἔλαφον ἐκείνην εἶναι· μηχανῆς γὰρ ἐπὶ τοὺς βαρβάρους ἐστέρητο θαυμαστῆς, τότε δὴ μάλιστα παραμυθίας δεομένους, εἶτα μέντοι νυκτὸς ἄλλως πλανώμενοί τινες ἐπιτυγχάνουσιν αὐτῇ, καί γνωρίσαντες ἀπὸ τῆς χρόας λαμβάνουσιν. ἀκούσας δὲ ὁ Σερτώριος ἐκείνοις μὲν ὡμολόγησεν, ἂν μηδενὶ φράσωσι, χρήματα πολλὰ δώσειν, ἀποκρύψας δὲ τὴν ἔλαφον καί διαλιπὼν ὀλίγας ἡμέρας προῄει μάλα φαιδρὸς ἀπʼ ὄψεως ἐπὶ τὸ βῆμα, διηγούμενος τοῖς ἡγεμόσι τῶν βαρβάρων ὡς ἀγαθόν τι μέγα τοῦ θεοῦ προμηνύοντος αὐτῷ κατὰ τοὺς ὕπνους· εἶτα ἀναβὰς ἐπὶ τὸ βῆμα τοῖς ἐντυγχάνουσιν ἐχρημάτιζεν.