Ancient Greek · ~2 min
Chapter 21
Plutarch, Σερτώριος 21.5
Not analysed yet
ἐπεὶ δὲ ἀπέστειλαν, σὺν οὐδενὶ πόνῳ διεκπαισάμενος τούς πολεμίους συνέμιξε τοῖς ἑαυτοῦ· καὶ πάλιν ἐπῄει πολὺς γεγονώς καὶ περιέκοπτεν αὐτῶν τὴν μὲν ἀπὸ τῆς γῆς εὐπορίαν ἐνέδραις καὶ κυκλώσεσι καὶ τῷ πανταχόσε φοιτᾶν ὀξὺς ἐπιών, τὰ δʼ ἐκ θαλάττης λῃστρικοῖς σκάφεσι κατέχων τὴν παραλίαν, ὥστε ἠναγκάσθησαν οἱ στρατηγοὶ διαλυθέντες ὁ μὲν εἰς Γαλατίαν ἀπελθεῖν, Πομπήϊος δὲ περὶ Βακκαίους διαχειμάσαι μοχθηρῶς ὑπὸ ἀχρηματίας, γράφων πρὸς τὴν σύγκλητον ὡς ἀπάξει τὸν στρατόν, εἰ μὴ πέμποιεν ἀργύριον αὐτῷ· καταναλωκέναι γὰρ ἤδη τὰ αὑτοῦ προπολεμῶν τῆς Ἰταλίας.