Ancient Greek
Chapter 6
Plutarch, Σερτώριος 6.2
Not analysed yet
ἔργον δὲ οὐδὲν ἦν αὐτοῦ παρόντος τοῖς πράγμασι μοχθηρῶς ὑποφερομένοις διὰ τὸ χεῖρον φρονεῖν τοὺς μᾶλλον δυναμένους, τέλος δὲ Σύλλας Σκηπίωνι παραστρατοπεδεύσας καὶ φιλοφρονούμενος, ὡς εἰρήνης ἐσομένης, διέφθειρε τὸ στράτευμα, καὶ ταῦτα προλέγων Σκηπίωνι καὶ διδάσκων Σερτώριος οὐκ ἔπειθε, παντάπασιν ἀπογνοὺς τὴν πόλιν ὥρμησεν εἰς Ἰβηρίαν, ὡς, εἰ φθάσει τὴν ἐκεῖ κρατυνάμενος ἀρχήν, καταφυγὴ τοῖς πταίουσιν ἐνταῦθα τῶν φίλων ἐσόμενος.