Ancient Greek · ~2 min
Chapter 7
Plutarch, Σερτώριος 7.3
Not analysed yet
ἀφυλάκτοις δὲ τοῖς στρατιώταις ὑδρευομένοις τῶν βαρβάρων ἐπιπεσόντων, συχνοὺς ἀποβαλὼν αὖθις εἰς Ἰβηρίαν ἀπέπλει· καὶ ταύτης μὲν ἀποκρούεται, Κιλισσῶν δὲ λῃστρίδων αὐτῷ προσγενομένων Πιτυούσσῃ νήσῳ προσέβαλε, καὶ ἀπέβη τὴν παρʼ Ἀννίου φρουρὰν βιασάμενος. Ἄννιος δὲ μετʼ οὐ πολὺ παρῆν ναυσί τε πολλαῖς καὶ πεντακισχιλίοις ὁπλίταις, πρὸς ὃν ἐπεχείρησε μὲν διαναυμαχεῖν, καίπερ ἐλαφροῖς καὶ πρὸς τάχος, οὐ πρὸς ἀλκήν, πεποιημένοις σκάφεσι χρώμενος,